Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
λαβὲ δή μοι καὶ τοὺς νόμους, τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν: καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε. λέγε.“Νόμοι”τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί: καὶ γὰρ ὕβριζεν καὶ ἐλωποδύτει. εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθ᾽ ἡμεῖς δίκην λαμβάνειν, ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθ᾽ ἂν εἰκότως, οὗτος δ᾽ ὁμοίως πονηρός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.