Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφ᾽ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτ᾽ ἀγανακτήσαιμ᾽ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τ᾽ εἰπεῖν, εἰ ταῦτ᾽ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρ᾽ ὑμῖν ἐστιν, ὥσθ᾽, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθ᾽ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδ᾽ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.