This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[78]
ὡς μὲν τοίνυν ὡμολόγησε καὶ ἀνεβάλετό μοι τὴν ὑπερημερίαν, μεμαρτύρηται ὑμῖν: ὡς δὲ ἐτριηράρχουν, ὁ συντριήραρχός μοι μεμαρτύρηκεν, καὶ ὡς ἡ ναῦς στρατηγὶς κατεσκευάσθη Ἀλκιμάχῳ. ὥστ᾽ οὐκ ἦν αὐτῷ δήπου ὑπερήμερος ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων. ἀλλὰ δεινὴ ἡ πλεονεξία τοῦ τρόπου, ὦ ἄνδρες δικασταί, περὶ τὸ πλέον καὶ τὸ ἔλαττον. καὶ εὖ ᾔδεσαν ὅτι, εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσιν, ἐξελεγχθήσονται ψευδῆ ἐγκαλέσαντες, εἰ δὲ μὴ παραδώσουσιν ἣν ἐμαρτύρησαν ὡς οὗτος ἤθελε παραδιδόναι, ψευδομαρτυρίων ἁλώσονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.