This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ὃν μὲν τοίνυν ᾤμην πράγματα παρέξειν μοι Δημοχάρην τὸν Παιανιέα, πρὶν μὲν εἰσαχθῆναι εἰς τὸ δικαστήριον ἦν ἀηδής, ἐπειδὴ δὲ εἰσήχθη καὶ ἑάλω, ἀπέδωκεν τὸ καθ᾽ ἑαυτὸν μέρος τῶν σκευῶν. ὃν δ᾽ οὐκ ἂν ᾠήθην εἰς τοσοῦτον πονηρίας ἐλθεῖν ὥστε τολμῆσαι ἄν ποτε τὴν πόλιν ἀποστερῆσαι τὰ σκεύη, εἰς τοσοῦτο δικῶν καὶ πραγμάτων προβέβηκεν. καὶ παρὼν μὲν πρὸς τῷ δικαστηρίῳ, ὅτε εἰσήγετο, οὐδαμοῦ ἠντεδίκησεν, οὐδὲ ἀπεγράψατο διαδικασίαν πρὸς οὐδένα, εἴ τινά φησιν ἕτερον ἔχειν τὰ σκεύη καὶ μὴ προσήκειν αὑτῷ ἀποδοῦναι, ἀλλ᾽ εἴασεν καθ᾽ αὑτοῦ ψῆφον ἐπαχθῆναι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.