This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
πολλὰ δ᾽ ἔχων εἰπεῖν περὶ ὧν ὕβρισμαι, οὐχ ἱκανὸν τὸ ὕδωρ ὁρῶ μοι. ὡς οὖν μάλιστ᾽ ἂν ἅπαντας ὑμᾶς ἡγοῦμαι γνῶναι τὴν ὑπερβολὴν ὧν ἠδικήμεθ᾽ ἡμεῖς, φράσω: εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίν᾽ οἴκοι κατέλιπεν οἰκέτην, εἶθ᾽ ὑπὸ τούτου πεπονθόθ᾽ ἑαυτὸν θείη ταὔθ᾽ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος ἢ Μάνης ἢ τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων: ἀλλὰ τὸ πρᾶγμα ταὐτό: δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δ᾽ οὗτος ἦν, δεσπόται δ᾽ ὑμεῖς, δεσπότης δ᾽ ἦν ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.