This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
προλαβὼν δέ μου ὥστε πρότερος λέγειν διὰ τὸ παραγραφὴν εἶναι καὶ μὴ εὐθυδικίᾳ εἰσιέναι, καὶ ταῦτ᾽ ἀναγνοὺς καὶ τἄλλ᾽ ὡς αὑτῷ συμφέρειν ἡγεῖτο ψευσάμενος, οὕτω διέθηκε τοὺς δικαστάς, ὥστε φωνὴν μηδ᾽ ἡντινοῦν ἐθέλειν ἀκούειν ἡμῶν: προσοφλὼν δὲ τὴν ἐπωβελίαν καὶ οὐδὲ λόγου τυχεῖν ἀξιωθείς, ἀλλ᾽ ὑβρισθεὶς ὡς οὐκ οἶδ᾽ εἴ τις πώποτ᾽ ἄλλος ἀνθρώπων, ἀπῄειν βαρέως, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ χαλεπῶς φέρων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.