This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας: τούτῳ δ᾽ οὐχ οἷόν τε τοῦτ᾽ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτ᾽ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστ᾽ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστ᾽ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι, τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμέν᾽ ἐᾶσαι καθ᾽ αὑτοῦ κεῖσθαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.