This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφ᾽ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρ᾽ αὑτῷ μαρτυρῆσαι, οὗτοι δ᾽ οὔτ᾽ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτ᾽ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ 'θέλειν ἔμ᾽ ἀνοίγειν, ταῦθ᾽ ὡς ἀντίγραφ᾽ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλ᾽ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.