Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ναί, φησίν: ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. ὀρθῶς γ᾽, ὦ Πανταίνετε: ἀλλὰ ταῦτα τί ἐστιν; ἂν τύφῃ τις, ἂν ὅπλ᾽ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. ταῦτ᾽ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθ᾽ ὅπλων ἥκειν νομίζεις. εἰ δὲ ταῦθ᾽ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.