This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
χρόνον δὲ τοσοῦτον τὰ χρήματα ταῦτ᾽ ἐπιτροπεύσας, ὑπὲρ ὧν τηλικαύτην αὐτὸς εἰσφορὰν ἠξίου εἰσφέρειν, ἐμοὶ μὲν τὸ καθ᾽ αὑτὸν οὐδ᾽ εἴκοσι μνῶν ἄξια παρέδωκεν, μετὰ δ᾽ ἐκείνων ὅλα τὰ κεφάλαια καὶ τὰς ἐπικαρπίας ἀπεστέρηκεν. θέντες οὖν οἱ δικασταὶ τοῖς πᾶσι χρήμασιν οὐκ ἐφ᾽ ὅσῳ μισθοῦσιν τοὺς οἴκους τόκον, ἀλλ᾽ ὃς ἦν ἐλάχιστος, ηὗρον τὸ σύμπαν πλέον ἢ τριάκοντα τάλαντ᾽ αὐτοὺς ἀποστεροῦντας: διὸ τούτῳ τῶν δέκα ταλάντων ἐτίμησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.