Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστ᾽ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε: ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις. ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκ᾽ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.