Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἆρ᾽ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δ᾽, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπ᾽ αὐτῶν βλάπτομαι; τίς δ᾽ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δ᾽ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; ποῖ δ᾽ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθ᾽ ὑμεῖς περὶ αὐτῶν; εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν; ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. ἀλλ᾽ εἰς τὰ περιόντ᾽ αὐτῶν; ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.