Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ταῦθ᾽ οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατ᾽ ἀλλήλων μαρτυροῦσιν. οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδ᾽ ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δ᾽ ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.