Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
πολλὰ τοίνυν ἀπορηθεὶς πρὸς τῷ διαιτητῇ περὶ πάντων τούτων, καὶ καθ᾽ ἕκαστον ἐξελεγχόμενος ὥσπερ νυνὶ παρ᾽ ὑμῖν, ἐτόλμησε ψεύσασθαι πάντων δεινότατον, ὡς τέτταρά μοι τάλανθ᾽ ὁ πατὴρ κατέλιπε κατορωρυγμένα καὶ τούτων κυρίαν τὴν μητέρ᾽ ἐποίησεν. ταῦτα δ᾽ εἶπεν, ἵν᾽ εἰ μὲν καὶ νῦν προσδοκήσαιμ᾽ αὐτὸν ἐρεῖν, ἀπολογούμενος περὶ αὐτῶν διατρίβοιμι, δέον ἕτερά μ᾽ αὐτοῦ κατηγορεῖν πρὸς ὑμᾶς: εἰ δ᾽ ὡς οὐ ῥηθησομένων παραλίποιμι, νῦν αὐτὸς εἴποι, ἵνα δοκῶν εἶναι πλούσιος ἧττον ὑφ᾽ ὑμῶν ἐλεοίμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.