Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[75]
ἀλλ᾽ ἔγωγε ταῦθ᾽ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτ᾽ οἴεσθ᾽ εἶναι. ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δ᾽ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλ᾽ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δ᾽ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότ᾽ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.