Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ἀλλ᾽ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ‘ἐγὼ μόνος εὔνους ὑμῖν: πάντες οὗτοι συνεστᾶσιν: προδέδοσθε: ἡ παρ᾽ ἐμοὶ μόνον εὔνοια λοιπή.’ βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵν᾽ εἰ μέν ἐστι τοιαύτη, χρῆσθ᾽ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.