Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω. τὴν καθ᾽ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο: τὰς κατὰ Δημάδου γραφὰς οἶσθ᾽ ὡς ἐξέλιπεν. τὸν ἐλαιοπώλην Ἀγάθωνα (ταυτὶ γὰρ τὰ πρώην) βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντ᾽ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτ᾽ ἀφίετο, ἄφωνος ἐγένετο. τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν; ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δ᾽ εὖ οἶδ᾽ ὅτι καὶ τὰ ἀντίγραφ᾽ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.