Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
τί οὖν οὗτός ἐστι; κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, ἃ δέ φησι φυλάττειν πρόβατ᾽ αὐτὸς κατεσθίειν. τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω; τίνα δ᾽, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα; οὐδ᾽ ἕνα: ἀλλ᾽ ἰδιώτας πολλούς. ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστ᾽ οὐκ ἂν φθάνοι κατακοπτόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.