Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πολλῶν δὲ λόγων εἰρημένων καὶ πάντων καλῶς, οὐκ ὀκνήσω πρὸς ὑμᾶς εἰπεῖν ἅ γ᾽ ἐμοὶ φαίνεται. ἐμοὶ γὰρ οὐδ᾽ ὁτιοῦν ἐοικέναι δοκεῖ τοῖς ἄλλοις ὁ παρὼν ἀγών. σκοπεῖτε δ᾽ οὑτωσί. πρὸς ἅπαντ᾽ ἔρχονται τὰ δικαστήρια οἱ μὲν δικασταὶ παρὰ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος τὸ πρᾶγμα μαθησόμενοι περὶ οὗ δεήσει τὴν ψῆφον ἐνεγκεῖν αὐτούς, οἱ δ᾽ ἀντίδικοι μεθ᾽ ἑαυτοῦ δείξων ἑκάτερος ὄντα τὰ τῶν νόμων δίκαια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.