Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[66]
ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους, καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει, τέθηκε τὸν νόμον, οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι. θαυμάζω δ᾽ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων. οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθ᾽ ὁ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει, οὔθ᾽ ὡς δι᾽ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτ᾽ ἔλαθεν δύναιτ᾽ ἂν πεῖσαι: πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.