Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
τούτῳ μέντοι τῷ νόμῳ σκέψασθ᾽ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ὁ μέν γε κελεύει τὸν γεγραμμένον χρόνον ἢ τὴν ἡμέραν ἀφ᾽ ἧς ἂν τεθῇ κυρίαν εἶναι: ὁ δ᾽ ἔγραψεν ‘καὶ εἴ τινι προστετίμηται,’ περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθ᾽ ὥρισεν, ἄρχοντα προσγράψας ἀφ᾽ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν ᾗ τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τιν᾽ ἡμῶν: ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σ᾽, ὦ Τιμόκρατες, ἢ τοῦτον μὴ γράφειν ἢ ἐκεῖνον λύειν, οὐχ, ἵν᾽ ὃ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγ᾽ ἄλλον νόμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.