Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
“Νόμοςτῶν δὲ νόμων τῶν κειμένων μὴ ἐξεῖναι λῦσαι μηδένα, ἐὰν μὴ ἐν νομοθέταις. τότε δ᾽ ἐξεῖναι τῷ βουλομένῳ Ἀθηναίων λύειν, ἕτερον τιθέντι ἀνθ᾽ ὅτου ἂν λύῃ. διαχειροτονίαν δὲ ποιεῖν τοὺς προέδρους περὶ τούτων τῶν νόμων, πρῶτον μὲν περὶ τοῦ κειμένου, εἰ δοκεῖ ἐπιτήδειος εἶναι τῷ δήμῳ τῷ Ἀθηναίων ἢ οὔ, ἔπειτα περὶ τοῦ τιθεμένου. ὁπότερον δ᾽ ἂν χειροτονήσωσιν οἱ νομοθέται, τοῦτον κύριον εἶναι. ἐναντίον δὲ νόμον μὴ ἐξεῖναι τιθέναι τῶν νόμων τῶν κειμένων μηδενί. ἐὰν δέ τις λύσας τινὰ τῶν νόμων τῶν κειμένων ἕτερον ἀντιθῇ μὴ ἐπιτήδειον τῷ δήμῳ τῷ Ἀθηναίων ἢ ἐναντίον τῶν κειμένων τῳ, τὰς γραφὰς εἶναι κατ᾽ αὐτοῦ κατὰ τὸν νόμον ὃς κεῖται ἐάν τις μὴ ἐπιτήδειον θῇ νόμον.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.