Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
τεκμήριον δέ: καθεζομένων γὰρ τῶν νομοθετῶν, περὶ μὲν τούτων, τῆς διοικήσεως καὶ τῶν Παναθηναίων, οὔτε χείρον᾽ οὔτε βελτίω νόμον οὐδέν᾽ εἰσήνεγκεν οὐδείς, περὶ δ᾽ ὧν οὔτε τὸ ψήφισμ᾽ ἐκέλευεν οἵ τε νόμοι κωλύουσιν, Τιμοκράτης οὑτοσὶ κατὰ πολλὴν ἡσυχίαν ἐνομοθέτει, κυριώτερον μὲν νομίσας τὸν ἐκ τοῦ ψηφίσματος ἢ τὸν ἐν τοῖς νόμοις εἰρημένον χρόνον, οὐδ᾽ ὁτιοῦν δὲ φοβηθεὶς εἰ ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν, καὶ νόμου κειμένου μήτ᾽ ἰδίᾳ μήτε κοινῇ μηδὲν ἀλλήλους ἀδικεῖν ἐν τούτῳ τῷ χρόνῳ, μηδὲ χρηματίζειν ὅ τι ἂν μὴ περὶ τῆς ἑορτῆς ᾖ, αὐτὸς οὐχ ἕνα τὸν τυχόντα, ἀλλ᾽ ὅλην ἀδικῶν φανήσεται τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.