Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[166]
καίτοι εἴ τις ἔροιτ᾽ αὐτὸν ἢ σέ, ὦ Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματ᾽ ἢ τὰ σώματ᾽ ὀφείλει, τὰ κτήματα φήσαιτ᾽ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε: ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν ἕνεκ᾽, ὦ κάκιστοι πάντων ἀνθρώπων, ἀφέντες τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτ᾽ ἀπογράφειν, ἐδεῖτε καὶ ὑβρίζετε πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ὑμεῖς ἢ τοῖς οἰκέταις τοῖς ὑμετέροις αὐτῶν ἐχρῆσθε;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.