Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[151]
“καὶ γέγονα οὐκ ἔλαττον ἢ τριάκοντα ἔτη. καὶ ἀκροάσομαι τοῦ τε κατηγόρου καὶ τοῦ ἀπολογουμένου ὁμοίως ἀμφοῖν, καὶ διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ. ἐπομνύναι Δία, Ποσειδῶ, Δήμητρα, καὶ ἐπαρᾶσθαι ἐξώλειαν ἑαυτῷ καὶ οἰκίᾳ τῇ ἑαυτοῦ, εἴ τι τούτων παραβαίνοι, εὐορκοῦντι δὲ πολλὰ κἀγαθὰ εἶναι.”ἐνταῦθ᾽ οὐκ ἔνι, ὦ ἄνδρες δικασταί, ‘οὐδὲ δήσω Ἀθηναίων οὐδένα.’ τὰ γὰρ κρίνοντα τὰς κρίσεις ἁπάσας τὰ δικαστήρι᾽ ἐστίν, οἷς ἐξουσία ἐστὶ καὶ δεσμὸν καὶ ἄλλ᾽ ὅ τι ἂν βούλωνται καταγιγνώσκειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.