Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[109]
καὶ μὴν κἀκείνων ἠκούετε τῶν νόμων οἷς ἐναντίος ὢν ἐφαίνεθ᾽ ὁ τούτου: καὶ τούτους ὅτι πρὶν λῦσαι τόνδε τέθηκεν ἐπίστασθε. ἀλλὰ μὴν ὅτι γ᾽ οὐκ ἐπιτήδειος, ἀκηκόατε: ἄρτι γὰρ λέγων ἐπαυσάμην. οὐκοῦν κατὰ πάντ᾽ ἀδικεῖ φανερῶς, καὶ οὐδὲν ἔσθ᾽ ὅ τι φροντίσας οὐδ᾽ εὐλαβηθεὶς φαίνεται, ἀλλ᾽ ἔμοιγε δοκεῖ, κἂν εἰ πρὸς τούτοις ἄλλο τι μὴ ποιεῖν ἐγέγραπτ᾽ ἐν τοῖς οὖσι νόμοις, κἂν τοῦτο ποιῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.