Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[99]
ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρ᾽ ἀναιδὴς ὁ τοιοῦτος εἶναι λόγος, ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτ᾽ ἐμιμήσω, διὰ τοῦτ᾽ ἀποφεύγειν σοι προσήκει, ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα. ὥσπερ γάρ, εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ᾽ οὐκ ἂν ἔγραψας, οὕτως, ἐὰν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.