Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[89]
ὁρᾶθ᾽ ὅτι πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον γεγράφασιν. ‘ἔστω’ φησὶν ‘ὑπὲρ αὐτοῦ ἡ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ,’ κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους, σεμνοὺς δ᾽ ἀποφαίνοντες, οἵ γ᾽ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι. ἀλλ᾽ οὐκ Ἀριστοκράτης, ἀλλὰ προπηλακίζει μὲν καθ᾽ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν), μικρὰν δ᾽ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν ᾗ τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ. ὃς γάρ, ὡς ἀγαπώντων τοῦθ᾽ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ, γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον, ὅπως ἀδεῶς ὅ τι ἂν βούληται ποιῇ, πῶς οὐ τοῦθ᾽ ὃ λέγω διαπράττεται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.