Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον οἷον ἴσως ἤδη τῳ καὶ ἄλλῳ, ἀπαλλαγῇ μὲν ἐκ Θρᾴκης, ἐλθὼν δ᾽ εἰς πόλιν οἰκῇ που, τῆς μὲν ἐξουσίας μηκέτι κύριος ὢν δι᾽ ἧς πολλὰ ποιεῖ τῶν ἀπειρημένων ὑπὸ τῶν νόμων, τοῖς δ᾽ ἔθεσιν καὶ ταῖς ἐπιθυμίαις ταῦτ᾽ ἐπιχειρῶν πράττειν, ἄλλο τι ἢ σιγῶντα δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν; οὐ γὰρ ἀποκτεῖναί γ᾽ ἀσφαλὲς οὐδὲ τιμωρίαν λαβεῖν ἣν δίδωσ᾽ ὁ νόμος, διὰ τὸ ψήφισμα τουτί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.