Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
πάλιν ‘ἂν ἐν πολέμῳ’ φησὶν ‘ἀγνοήσας,’ καὶ τοῦτον εἶναι καθαρόν. καλῶς: εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι. ‘ἢ ἐπὶ δάμαρτι’ φησὶν ‘ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπ᾽ ἐλευθέροις παισὶν ἔχῃ,’ καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντ᾽ ἀθῷον ποιεῖ, πάντων γ᾽ ὀρθότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. τί δήποτε;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.