Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ᾽ οὐδ᾽ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ᾽ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίν᾽ οὖν ἐστι ταῦτα; ἃ νυνὶ γέγραφ᾽ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳ ‘τὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.