Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[187]
ἴσως τοίνυν ἐκεῖν᾽ ἄν τίς μ᾽ ἔροιτο, τί δήποτε ταῦτ᾽ εἰδὼς οὕτως ἀκριβῶς ἐγὼ καὶ παρηκολουθηκὼς ἐνίοις τῶν ἀδικημάτων εἴασα, καὶ οὔθ᾽ ὅτ᾽ αὐτὸν ἐποιεῖσθε πολίτην οὐδὲν ἀντεῖπον, οὔθ᾽ ὅτ᾽ ἐπῃνεῖτε, οὔθ᾽ ὅλως πρότερον, πρὶν τὸ ψήφισμα τουτὶ γενέσθαι, λόγον οὐδέν᾽ ἐποιησάμην. ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς ἅπασαν ἐρῶ τὴν ἀλήθειαν. καὶ γὰρ ὡς ἀνάξιος ἦν ᾔδειν, καὶ παρῆν ὅτε τούτων ἠξιοῦτο, καὶ οὐκ ἀντεῖπον: ὁμολογῶ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.