Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[161]
καλά γ᾽, οὐ γάρ; ὦ ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γ᾽ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτ᾽ ἔγραφ᾽ ἐξαπατῶν: ἐπειδὴ δ᾽ ἔτυχεν, λέγ᾽ οἷ᾽ ἐποίησεν.“Ἐπιστολή”οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρί᾽ ὑποσχομένου Χαριδήμου διαβάντος φησὶν ὁ ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγ᾽ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας.“Ἐπιστολή”λέγ᾽ ἐξ ἑτέρας.“Ἐπιστολή”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.