Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[142]
ἐν δὴ Λαμψάκῳ τινὲς ἄνθρωποι γίγνονται δύο: Θερσαγόρας ὄνομ᾽ αὐτῶν θατέρῳ, τῷ δ᾽ Ἐξήκεστος: οἳ παραπλήσια τοῖς παρ᾽ ἡμῖν γνόντες περὶ τῶν τυράννων ἀποκτιννύασι τὸν Φιλίσκον δικαίως, τὴν αὑτῶν πατρίδ᾽ οἰόμενοι δεῖν ἐλευθεροῦν. εἰ δὴ τῶν τόθ᾽ ὑπὲρ Φιλίσκου λεγόντων, ὅτ᾽ ἐμισθοδότει μὲν τοῖς ἐν Περίνθῳ ξένοις, εἶχεν δ᾽ ὅλον τὸν Ἑλλήσποντον, μέγιστος δ᾽ ἦν τῶν ὑπάρχων, ἔγραψέ τις ὥσπερ οὗτος νυνί, ἐάν τις ἀποκτείνῃ Φιλίσκον, ἀγώγιμον αὐτὸν ἐκ τῶν συμμάχων εἶναι, πρὸς Διὸς θεάσασθ᾽ εἰς ὅσην αἰσχύνην ἂν ἡ πόλις ἡμῶν ἐληλύθει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.