Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[118]
ὅτι τοίνυν ὅλως οὐδ᾽ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτ᾽ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτ᾽ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατ᾽ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γ᾽ ἐχθρὸν ἡγεῖσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.