Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[110]
ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τιν᾽ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτ᾽ Ἀριστόμαχος παρ᾽ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι: οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γ᾽ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθ᾽ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν: ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότ᾽ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια τάλαντά ἐσθ᾽ ἡ πρόσοδος: ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.