Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[109]
ὥσθ᾽ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστ᾽ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας, φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι. εἶτ᾽ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δ᾽ ὄντες Ἀθηναῖοι ταὐτὸν τοῦτ᾽ οὐχὶ ποιήσετε; ἀλλ᾽ αἰσχρὸν τοὺς τῷ περὶ πραγμάτων ἐπίστασθαι βουλεύσασθαι δοκοῦντας προέχειν ἧττον Ὀλυνθίων τὸ συμφέρον εἰδότας ὀφθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.