Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[75]
οὕτω δ᾽ οὐ μόνον εἰς χρήματ᾽ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστ᾽ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσ᾽ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δ᾽ ἢ θυμιατήρια, ἂν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δ᾽ ἐπὶ μικροῖς τις σεμνύνηται, τοσοῦτ᾽ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστ᾽ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ οὐχ ὑμῶν ἄξια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.