Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
ταῦτα μὲν τοίνυν, ἃ ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων: ἐπὶ ταῖς φιάλαις δ᾽ ἃς ἀντ᾽ ἐκείνων ἐποιήσαθ᾽ ὑμῖν ὁ πόρνος οὗτος, ‘Ἀνδροτίωνος ἐπιμελουμένου’ ἐποιήθησαν ἐπιγέγραπται: καὶ οὗ τὸ σῶμ᾽ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρ᾽ εἰσιέναι, τούτου τοὔνομ᾽ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.