Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
εἶτα ταῦθ᾽ οὗτοι πεισθῶσ᾽ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργ᾽ ἐφ᾽ αὑτοὺς ἀναδέξωνται; ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σ᾽ ὀφείλουσιν ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖν᾽ εἰδόσιν μὲν ἴσως, ὅμως δ᾽ ἐρῶ: ὁποίους τινὰς ἂν φαίνησθ᾽ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετ᾽ εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.