Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
οὐ μὴν ἀλλ᾽ εἰ καὶ τὰ μάλιστα πάσης ἔσθ᾽ ἁγὼν τῆς βουλῆς, ὅσῳ συμφέρει μᾶλλον ὑμῖν καταγνοῦσιν ἢ μὴ θεάσασθε. εἰ μὲν ἀπογνώσεσθε, ἐπὶ τοῖς λέγουσι τὸ βουλευτήριον ἔσται, ἐὰν δὲ καταγνῶτε, ἐπὶ τοῖς ἰδιώταις: ἑορακότες γὰρ οἱ πολλοὶ διὰ τὴν τῶν λεγόντων πονηρίαν τήνδ᾽ ἀφῃρημένην τὴν βουλὴν τὸν στέφανον, οὐχὶ προήσονται τούτοις τὰς πράξεις, ἀλλὰ τὰ βέλτιστ᾽ ἐροῦσιν αὐτοί. εἰ δὲ γενήσεται τοῦτο καὶ τῶν ἠθάδων καὶ συνεστηκότων ῥητόρων ἀπαλλαγήσεσθε, ὄψεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πάνθ᾽ ἃ προσήκει γιγνόμενα. ὥστ᾽ εἰ μηδενὸς ἄλλου ἕνεκα, διὰ ταῦτα καταψηφιστέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.