Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
περὶ μὲν τοίνυν τοῦ νόμου καθ᾽ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτ᾽ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δί᾽ οὐχὶ νῦν, ἡνίκα δεῖ σ᾽ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλ᾽ ὅταν ᾖ προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδ᾽ ἃ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.