Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπ᾽ αὐτῶν ὑπαχθέντ᾽ ἐξαμαρτεῖν, κἀκείνους ἤτοι καταλῦσαί γ᾽ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον (ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδ᾽ ἂν ὦσιν ἔτ᾽ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας), ἢ προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵν᾽ ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς ὁ δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας ὁ καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.