Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
πρὸς τοίνυν τούτοις ἔστιν ἃ Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτ᾽ οὐ παρ᾽ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλ᾽ αὐτοὶ παρόντες ἴστ᾽ ἐν τῷ δήμῳ γενόμενα. ὥσθ᾽ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθ᾽ ὑπολαμβάνετε: ὅτι δ᾽ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς ὁ νόμος, καὶ τοῦτ᾽ ἐπιδείξω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.