This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[98]
οὐ παράδειγμα ποιήσετε; καὶ τί φήσετ᾽, ὦ ἄνδρες δικασταί; καὶ τίν᾽, ὢ πρὸς τῶν θεῶν, ἕξετ᾽ εἰπεῖν πρόφασιν δικαίαν ἢ καλήν; ὅτι νὴ Δί᾽ ἀσελγής ἐστι καὶ βδελυρός: ταῦτα γάρ ἐστι τἀληθῆ: ἀλλὰ μισεῖν ὀφείλετ᾽, ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον ἢ σῴζειν. ἀλλ᾽ ὅτι πλούσιός ἐστιν: ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ σχεδὸν αἴτιον εὑρήσετ᾽ ὄν, ὥστ᾽ ἀφελεῖν τὴν ἀφορμήν, δι᾽ ἣν ὑβρίζει, προσήκει μᾶλλον ἢ σῶσαι διὰ ταύτην: τὸ γὰρ χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρωπον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφ᾽ ὑμᾶς αὐτοὺς δεδωκέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.