This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[95]
κάλει δὴ καὶ τὸν Στράτων᾽ αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα: ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ.οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργασμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ ὀδύρασθαι: καὶ οὐδ᾽ εἰ δίκαι᾽ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτ᾽ ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.