This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[216]
ὥστε μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντ᾽ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτ᾽ ἀπαντῶντες ‘ὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει: θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι’ τοιαῦτα λέγοντες: ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμ᾽ εἶναι, ἐν ἱερῷ δ᾽ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δ᾽ ἐγὼ καὶ οὐ προὔδωκ᾽ οὔθ᾽ ὑμᾶς οὔτ᾽ ἐμαυτόν, τηνικαῦτ᾽ ἀποψηφιεῖσθ᾽ ὑμεῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.