This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[203]
ὃ μηδεὶς ἂν βούλοιτο τῶν ἄλλων, πρῶτος ἀνέστηκεν εὐθέως καὶ δημηγορεῖ, ἐπεμβαίνων τῷ καιρῷ καὶ τῆς σιωπῆς ἀπολαύων ἣν ἐπὶ τῷ περὶ τῶν συμβεβηκότων ἄχθεσθαι ποιεῖσθ᾽ ὑμεῖς: ‘τοιοῦτοι γάρ ἐστ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: οὐ γὰρ ἐξέρχεσθε, οὐδ᾽ οἴεσθε δεῖν χρήματ᾽ εἰσφέρειν. εἶτα θαυμάζετ᾽ εἰ κακῶς τὰ πράγμαθ᾽ ὑμῖν ἔχει; ἔμ᾽ οἴεσθ᾽ ὑμῖν εἰσοίσειν, ὑμεῖς δὲ νεμεῖσθαι; ἔμ᾽ οἴεσθε τριηραρχήσειν, ὑμεῖς δ᾽ οὐκ ἐμβήσεσθαι;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.