This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[183]
μὴ τοίνυν, ἐὰν μὲν εἴπῃ τις παράνομα, οὕτως ὀργιζόμενοι φαίνεσθε, ἐὰν δὲ ποιῇ, μὴ λέγῃ, πράως διάκεισθε. οὐδὲν γὰρ ῥῆμ᾽ οὐδ᾽ ὄνομ᾽ οὕτως ἐστὶ τοῖς πολλοῖς ὑμῶν χαλεπόν, ὡς ὅσ᾽ ὑβρίζων τις τὸν ἐντυχόνθ᾽ ὑμῶν διαπράττεται. μὴ τοίνυν αὐτοὶ καθ᾽ ὑμῶν αὐτῶν δεῖγμα τοιοῦτον ἐξενέγκητ᾽, ἄνδρες Ἀθηναῖοι, ὡς ἄρ᾽ ὑμεῖς, ἂν μὲν τῶν μετρίων τινὰ καὶ δημοτικῶν λάβηθ᾽ ὁτιοῦν ἀδικοῦντα, οὔτ᾽ ἐλεήσετ᾽ οὔτ᾽ ἀφήσετε, ἀλλ᾽ ἀποκτενεῖτ᾽ ἢ ἀτιμώσετε, ἂν δὲ πλούσιος ὤν τις ὑβρίζῃ, συγγνώμην ἕξετε. μὴ δῆτα: οὐ γὰρ δίκαιον: ἀλλ᾽ ἐπὶ πάντων ὁμοίως ὀργιζόμενοι φαίνεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.