This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[179]
καὶ μέγα γ᾽ ὑμῖν τοῦτ᾽ ἐδόκει δίκαιον ἔχειν ὁ προβαλλόμενος λέγειν, ‘εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ὁ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδ᾽ οὕτω πείθομαι: ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί: πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμ᾽ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι.’ ταῦτ᾽ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δ᾽ ὑμεῖς: οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλ᾽ ἐτελεύτησεν πρότερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.